Το Αποστολικό Ανάγνωσμα της Κυριακής του Παραλύτου: Πράξ. θ΄ 32-42 (3-5-2026)
‘Eν ταῖς ἡμέραις ἐκείναις ἐγένετο Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν. εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττῳ, ὃς ἦν παραλελυμένος. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη. καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σάρωνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν Κύριον. Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἀγαθῶν ἔργων καὶ ἐλεημοσυνῶν ὧν ἐποίει. ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ. ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾿ αὐτῶν οὖσα ἡ Δορκάς. ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπε· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισε. δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν. γνωστὸν δὲ ἐγένετο καθ᾿ ὅλης τῆς Ἰόππης, καὶ πολλοὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον.
Μετάφραση
Κατά τίς ἡμέρες ἐκεῖνες, συνέβη νά περιοδεύει ὁ Πέτρος σέ πολλές πόλεις, κατέβηκε δέ καί πρός τούς χριστιανούς πού κατοικοῦσαν στή Λύδδα. Ἐκεῖ συνάντησε κάποιον ἄνθρωπο, ὀνόματι Αἰνέα, ὁ ὁποῖος ἦταν ἐπί ὀκτώ ἔτη κατάκοιτος στό κρεβάτι, γιατί ἦταν παράλυτος. Ὁ Πέτρος τοῦ εἶπε: Αἰνέα, ὁ Ἰησοῦς Χριστός σέ θεραπεύει. Σήκω ἐπάνω καί στρῶσε μόνος σου τό κρεβάτι. Καί ἀμέσως σηκώθηκε. Ὅταν τόν εἶδαν ὅλοι οἱ κάτοικοι τῆς Λύδδας καί τοῦ Σάρωνα, ἐπέστρεψαν στόν Κύριο. Στήν Ἰόππη ὑπῆρχε μιά μαθήτρια ὀνόματι Ταβιθᾶ, ἡ ὁποία ἑλληνιστί λέγεται Δορκάς. Αὐτή εἶχε κάνει πλῆθος ἀγαθῶν ἔργων καί φιλανθρωπιῶν. Συνέβη νά ἀρρωστήσει τίς ἡμέρες ἐκεῖνες καί νά πεθάνει. Ἔτσι, ἀφοῦ τήν ἔπλυναν, τήν ἔβαλαν στό ὑπερῶο. Καί ἐπειδή ἡ Λύδδα εἶναι κοντά στήν Ἰόππη, ὅταν οἱ μαθητές ἄκουσαν ὅτι ὁ Πέτρος εἶναι σέ αὐτή, ἔστειλαν πρός αὐτόν δύο ἄνδρες καί τόν παρακάλεσαν νά μήν ἀρνηθεῖ νά μεταβεῖ σέ αὐτούς. Σηκώθηκε ὁ Πέτρος καί πῆγε μαζί τους. Μόλις ἔφθασε, τόν ἀνέβασαν στό ὑπερῶο καί ἐκεῖ παρουσιάσθηκαν σέ αὐτόν ὅλες οἱ χῆρες, οἱ ὁποῖες ἔκλαιγαν καί ἔδειχναν χιτῶνες καί ἐνδύματα πού εἶχε φτιάξει, ὅταν ζοῦσε ἡ Δορκάς. Ἀφοῦ τούς ἔβγαλε ὅλους ἔξω ὁ Πέτρος, γονάτισε καί προσευχήθηκε, καί μετά γύρισε πρός τό σῶμα καί εἶπε: Ταβιθᾶ, σήκωἐπάνω. Αὐτή ἄνοιξε τά μάτια της καί μόλις εἶδε τόν Πέτρο ἀνακάθισε. Τῆς ἔδωσε τό χέρι καί τή σήκωσε, καί ἀφοῦ φώναξε τούς χριστιανούς καί τίς χῆρες, τούς τήν παρουσίασε ζωντανή. Αὐτό ἔγινε γνωστό σέ ὅλη τήν Ἰόππη καί πολλοί πίστεψαν στόν Κύριο.
(Από τη νέα έκδοση: Η Καινή Διαθήκη, το πρωτότυπο κείμενο με νεοελληνική απόδοση του ομοτ. καθηγ. Χρ. Βούλγαρη, εκδ. ΑΠΟΣΤΟΛΙΚΗΣ ΔΙΑΚΟΝΙΑΣ)
