Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής ΙΑ΄Λουκά: Λουκ. ιδ΄ 16-24 (14-12-2025)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα, καὶ ἐκάλεσε πολλούς· καὶ ἀπέστειλε τὸν δοῦλον αὑτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστι πάντα. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. Ὁ πρῶτος εἶπεν αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν καὶ ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Καὶ ἕτερος εἶπε· Γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. Καὶ παραγενόμενος ὁ δοῦλος ἐκεῖνος, ἀπήγγειλε τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης, εἶπε τῷ δούλῳ αὑτοῦ· Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ χωλοὺς καὶ τυφλοὺς εἰσάγαγε ὧδε. Καὶ εἶπεν ὁ δοῦλος· Κύριε, γέγονεν ὡς ἐπέταξας, καὶ ἔτι τόπος ἐστί. Καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· Ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμούς, καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ ὁ οἶκός μου. Λέγω γὰρ ὑμῖν, ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. Πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
Απόδοση σε νεολληνική το Ευαγγελικό Ανάγνωσμα της Κυριακής ΙΑ΄Λουκά
Εἶπε ὁ Κύριος τήν ἑξῆς παραβολή: Ἕνας ἄνθρωπος ἑτοίμασε μεγάλο δεῖπνο καί κάλεσε πολλούς· καί τήν ὥρα τοῦ δείπνου ἔστειλε τόν δοῦλο του νά εἴπει στούς καλεσμένους: Ἐλᾶτε, γιατί ὅλα εἶναι ἕτοιμα ἤδη. Καί διά μιᾶς ἄρχισαν ὅλοι νά δικαιολογοῦνται. Ὁ πρῶτος τοῦ εἶπε: Ἀγόρασα ἕνα χωράφι καί πρέπει νά πάω νά τό δῶ: σέ παρακαλῶ, θεώρησέ με δικαιολογημένο. Καί ἄλλος εἶπε: Ἀγόρασα πέντε ζεύγη βοδιῶν καί πηγαίνω νά τά δοκιμάσω· σέ παρακαλῶ, θεώρησέ με δικαιολογημένο. Καί ἄλλος εἶπε: Νυμφεύθηκα καί γιά αὐτό δέν μπορῶ νά ἔλθω. Ἐπέστρεψε ἐκεῖνος ὁ δοῦλος καί εἶπε αὐτά στόν κύριό του. Τότε ὀργίστηκε ὁ οἰκοδεσπότης καί εἶπε στόν δοῦλο του: Πήγαινε γρήγορα στίς πλατεῖες καί στούς δρόμους τῆς πόλεως, καί φέρε ἐδῶ τούς φτωχούς καί τούς ἀναπήρους καί τούς χωλούς καί τούς τυφλούς. Καί εἶπε ὁ δοῦλος: Κύριε, ἔγινε ὅπως διέταξες, καί ἀκόμη ὑπάρχει χῶρος. Καί ὁ Κύριος εἶπε πρός τόν δοῦλο: Βγές στούς δρόμους καί στούςφράκτες τῶν χωραφιῶν καί ἀνάγκασέ τους νά ἔλθουν γιά νά γεμίσει τό σπίτι μου. Σᾶς διαβεβαιώνω ὅτι κανείς ἀπό ἐκείνους τούς ἄνδρες πού εἶναι καλεσμένοι, δέν θά γευθεῖ τό δεῖπνο μου. Γιατί πολλοί εἶναι οἱ καλεσμένοι, λίγοι ὅμως οἱ ἐκλεκτοί.
(Ἀπό τή νέα ἔκδοση: Ἡ Καινή Διαθήκη, τό πρωτότυπο κείμενο μέ νεοελληνική ἀπόδοση τοῦ ὁμοτ. καθηγ. Χρ. Βούλγαρη, ἔκδ. ΑΠΟΣΤΟΛΙΚΗΣ ΔΙΑΚΟΝΙΑΣ)
