Πατριαρχείο Ιεροσολύμων
22 Μαΐου, 2026

Η απόδοση του Πάσχα στο Πατριαρχείο Ιεροσολύμων

Διαδώστε:

Σύμφωνα με την τάξη του Πατριαρχείου Ιεροσολύμων εορτάστηκε η Απόδοση του Πάσχα και η εορτή του εν ουρανώ φανέντος σημείου του Σταυρού. 

Μετά την Απόλυση της θείας Λειτουργίας και μετά τη μικρή δέηση επί του Φρικτού Γολγοθά, ενωθέντων των Αρχιερέων και λοιπών Αγιοταφιτών Πατέρων προ της Αποκαθηλώσεως, ξεκίνησε η λιτανεία, πέριξ του Αγίου Τάφου τρις, ψαλλομένων των Αναστασίμων ύμνων.

Μετά το πέρας της λιτανείας ανεγνώσθη προ του Αγίου Κουβουκλίου η επιστολή του Αρχιεπισκόπου Κυρίλλου του Κατηχητού προς Κωνστάντιον τον αυτοκράτορα, υιό του Μεγάλου Κωνσταντίνου, στην οποία περιγράφεται το εξαίσιο θαύμα της φανερώσεως του σημείου του Τιμίου Σταυρού.

Αναλυτικά το ανακοινωθέν της Αρχιγραμματείας: 

Τὴν Τετάρτην, 20ήν Ἀπριλίου/ 7ην Μαΐου 2026, ἑωρτάσθη ὑπὸ τοῦ Πατριαρχείου ἡ ἑορτὴ τῆς Ἀποδόσεως τοῦ Πάσχα καὶ τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Σταυροῦ.

Διὰ τὴν ἑορτὴν τῆς Ἀποδόσεως τοῦ Πάσχα ἐψάλη, ὡς ὁρίζει τὸ Πεντηκοστάριον, ἡ ἀκολουθία τῆς ἡμέρας τῆς Ἀναστάσεως ὅλη, πλὴν τῶν ἀναγνωσμάτων καὶ ἐτελέσθη ἡ Θεία Λειτουργία. Ἡ ἀκολουθία αὐτὴ ἐψάλη εἰς τὸν Πατριαρχικὸν καὶ Μοναστηριακὸν Ναὸν τῶν Ἁγίων Κωνσταντίνου καὶ Ἑλένης, παρουσίᾳ τῆς ΑΘΜ τοῦ Πατρὸς ἡμῶν καὶ Πατριάρχου Ἱεροσολύμων κ.κ. Θεοφίλου καὶ ἐν συνεχείᾳ κατὰ τὸ έθος ἔλαβε χώραν διὰ τῶν βαθμίδων τοῦ Ναοῦ τοῦ Ἁγίου Ἰακώβου ἡ κάθοδος καὶ ἡ προσκύνησις εἰς τὸν Πανάγιον Τάφον καὶ τὸν Φρικτὸν Γολγοθᾶν.

Εἰς μνήμην τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Σταυροῦ ἐτελέσθη Θεία Λειτουργία εἰς τὸ Καθολικὸν τοῦ Ναοῦ τῆς Ἀναστάσεως ὑπὸ τοῦ Σεβασμιωτάτου Μητροπολίτου Ἑλενουπόλεως κ. Ἰωακείμ, συλλειτουργούντων αὐτῷ τῶν Ἁγιοταφιτῶν Ἀρχιμανδριτῶν π. Κλαυδίου, π. Θαδδαίου, π. Δοσιθέου καί π. Ἀναστασίου, τοῦ Ἱερέως π. Νεκταρίου, τοῦ Ἀρχιδιακόνου π. Μάρκου καί τοῦ Ἱεροδιακόνου π. Προδρόμου ψάλλοντος τοῦ Πρωτοψάλτου τοῦ Πανιέρου Ναοῦ τῆς Ἀναστάσεως διακόνου π. Εὐσταθίου καί τῶν μαθητῶν τῆς Πατριαρχικῆς Σχολῆς Σιών.

Μετὰ τὴν Ἀπόλυσιν τῆς θείας Λειτουργίας καὶ μετὰ μικρὰν δέησιν ἐπὶ τοῦ Φρικτοῦ Γολγοθᾶ, ἑνωθέντων τῶν Ἀρχιερέων καὶ λοιπῶν Ἁγιοταφιτῶν Πατέρων πρὸ τῆς Ἀποκαθηλώσεως, ἤρξατο ἡ λιτανεία, πέριξ τοῦ Ἁγίου Τάφου τρίς, ψαλλομένων τῶν Ἀναστασίμων ὕμνων.

Ἅμα τῇ λήξει τῆς λιτανείας, ἀνεγνώσθη πρὸ τοῦ Ἁγίου Κουβουκλίου ὑπὸ τοῦ λειτουργοῦντος Ἀρχιερέως ἑλληνιστὶ καὶ ὑπὸ τοῦ Σεβασμιωτάτου Ἀρχιεπισκόπου Σεβαστείας ἀραβιστί ἡ ἐπιστολὴ τοῦ Ἀρχιεπισκόπου Κυρίλλου τοῦ Κατηχητοῦ πρὸς Κωνστάντιον τὸν αὐτοκράτορα, υἱὸν τοῦ Μεγάλου Κωνσταντίνου, εἰς τὴν ὁποίαν περιγράφεται τὸ ἐξαίσιον θαῦμα τῆς φανερώσεως τοῦ σημείου τοῦ Τιμίου Σταυροῦ διὰ φωτεινῶν ἀστέρων λαμπροτέρων τοῦ ἡλίου ἐμφανισθέντων ἀπὸ τοῦ Γολγοθᾶ ἕως τοῦ Ὄρους τῶν Ἐλαιῶν ἐπὶ ὥραν πολλήν καὶ ὁρατὸν εἰς τοὺς κατοίκους τῶν Ἱεροσολύμων πάσης ἡλικίας, ἔχουσα ὡς ἀκολούθως:

«ΕΠΙΣΤΟΛΗ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΠΡΟΣ ΚΩΝΣΤΑΝΤΙΟΝ ΤΟΝ ΕΥΣΕΒΕΣΤΑΤΟΝ ΒΑΣΙΛΕΑ

Περί τοῦ ἐν οὐρανοῖς φανέντος σημείου τοῦ Σταυροῦ ἐκ φωτός ἐν Ἱεροσολύμοις ὀφθέντος

Βασιλεῖ Θεοφιλεστάτῳ καί εὐσεβεστάτῳ

Κωνσταντίῳ Αὐγούστῳ,

Κύριλλος, ὁ ἐν Ἱεροσολύμοις Ἐπίσκοπος,

ἐν Κυρίῳ χαίρειν

Ἐπί μέν τοῦ Θεοφιλεστάτου καί μακαρίας μνήμης Κωνσταντίνου, τοῦ σοῦ Πατρός, τό σωτήριον τοῦ Σταυροῦ ξύλον ἐν Ἱεροσολύμοις ηὕρηται, τῆς θείας χάριτος, τῷ καλῶς ζητοῦντι τήν εὐσέβειαν, τῶν ἀποκεκρυμμένων Ἁγίων Τόπων παρασχούσης τήν εὕρεσιν. Ἐπί δέ σοῦ, Δέσποτα, Πανευσεβέστατε Βασιλεῦ, προγονικήν εὐσέβειαν μείζονι τῇ πρός τόν Θεόν εὐλαβείᾳ νικῶντος, οὐκ ἀπό γῆς λοιπόν, ἀλλ’ ἐξ οὐρανῶν τά θαυματουργήματα καί τοῦ Κυρίου καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τό τῆς κατά τοῦ θανάτου νίκης τρόπαιον, ὁ μακάριος λέγω Σταυρός, φωτός μαρμαρυγαῖς ἀπαστράπτων ἐν Ἱεροσολύμοις ὤφθη.

Ἐν γάρ ταῖς ἁγίαις ταύταις ἡμέραις τῆς Ἁγίας Πεντηκοστῆς, Νόνναις Μαΐαις, περί τρίτην ὥραν, παμμεγέθης Σταυρός ἐκ Φωτός κατεσκευασμένος, ἐν οὐρανῷ, ὑπεράνω τοῦ Ἁγίου Γολγοθᾶ καί μέχρι τοῦ ἁγίου Ὄρους τῶν Ἐλαιῶν, ἐκτεταμένος ἐφαίνετο. Οὐχ ἑνί καί δευτέρῳ μόνον φανείς, ἀλλά παντί τῷ τῆς Πόλεως πλήθει φανερώτατα δειχθείς. Οὐχ ὡς ἄν τις νοήσειεν, ὀξέως κατά φαντασίαν παραδραμών· ἀλλ’ ἐπί πλείοσιν ὥραις ὑπέρ γῆν ὀφθαλμοφανῶς θεωρούμενος, καί ταῖς ἀπαστραπτούσαις μαρμαρυγαῖς τάς ἡλιακάς ἀκτῖνας νικήσας· ἦ γάρ ἄν ὑπ’ αὐτῶν νικώμενος ἐκαλύπτετο, εἰ μή δυνατωτέρας ἡλίου τοῖς ὁρῶσι παρεῖχε τάς λαμπηδόνας. Ὡς ἅπαν μέν ἀθρόως ἐξ αὐτῆς εἰς ἁγίαν Ἐκκλησίαν ἐπιδραμεῖν τό τῆς πόλεως πλῆθος, τῷ τῆς Θεοπτείας φόβῳ μετ’ εὐφροσύνης κατασχεθέν· νέων ἅμα καί πρεσβυτέρων, ἀνδρῶν τε καί γυναικῶν καί πάσης ἡλικίας καί μέχρις αὐτῶν ἤδη τῶν κατ’ οἴκους θαλαμευομένων κορῶν· ἐντοπίων τε καί ξένων, Χριστιανῶν τε ἅμα, καί τῶν ἀλλαχόθεν ἐπιδημούντων ἐθνικῶν. Ὁμοθυμαδόν δέ πάντων, ὡς ἐξ ἑνός στόματος Χριστόν Ἰησοῦν, τόν Κύριον ἡμῶν, τόν Υἱόν τοῦ Θεοῦ τόν Μονογενῆ, τόν θαυματοποιόν ἀνυμνούντων ἔργῳ τε καί πείρᾳ παραλαβόντων, ὅτι Χριστιανῶν τό δόγμα τό πανευσεβές, οὐκ ἐν πειθοῖς σοφίας ἐστί λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καί δυνάμεως· οὐχ ὑπ’ ἀνθρώπων μόνον καταγγελλόμενον, ἀλλ’ ἐξ οὐρανῶν θεόθεν μαρτυρούμενον.

Ἔτει σωτηρίῳ τριακοσιοστῷ πεντηκοστῷ ἑνί».

Τὸ θαῦμα τοῦτο ἔλαβε χώραν τὴν 7ην Μαΐου τοῦ ἔτους 351 εἰς πιστοποίησιν τοῦ Σταυροῦ καὶ τῆς Ἀναστάσεως τοῦ Κυρίου.

Τέλος ἡ Ἀρχιερατικὴ Συνοδεία ἀπέδωσε τὰ σέβη αὐτῆς εἰς τὸν Μακαριώτατον εἰς τὸ Πατριαρχεῖον.

Διαδώστε: