Η μνήμη του Αγίου Ιωσήφ του από Αριμαθαίας και των Μυροφόρων γυναικών εορτάστηκε στο Πατριαρχείο Ιεροσολύμων την Κυριακή, 26 Απριλίου 2026, με επίκεντρο την Ρέμλη, γενέτειρα του Αγίου.
Το πρωί τελέστηκε Πατριαρχική Θεία Λειτουργία, προεξάρχοντος του Μακαριωτάτου Πατριάρχη Ιεροσολύμων κ.κ. Θεοφίλου. Προηγήθηκε θερμή υποδοχή από τον Ηγούμενο της Ιεράς Μονής Αγίου Γεωργίου Ρέμλης, Αρχιμανδρίτη Νήφωνα, τους ιερείς των γύρω περιοχών, το Σώμα των Προσκόπων, τους Επιτρόπους, καθώς και τον Διευθυντή και τους καθηγητές του Σχολείου του Πατριαρχείου που βρίσκεται πλησίον της Ιεράς Μονής Αγίου Γεωργίου.
Με τον Μακαριώτατο συλλειτούργησαν ο Σεβασμιώτατος Μητροπολίτης Καπιτωλιάδος κ. Ησύχιος, ο Σεβασμιώτατος Αρχιεπίσκοπος Ιόππης κ. Δαμασκηνός και ο Σεβασμιώτατος Αρχιεπίσκοπος Κωνσταντίνης κ. Αρίσταρχος. Έψαλλε η χορωδία του ναού, ενώ συμμετείχε συμπροσευχόμενο με ευλάβεια το ποίμνιο της Ρέμλης.
Στο κήρυγμα του ο Μακαριώτατος τόνισε την πίστη, την αγάπη και την τόλμη του Αγίου Ιωσήφ από Αριμαθαίας, του Αγίου Νικοδήμου και των Μυροφόρων γυναικών, οι οποίοι έγιναν αληθινοί μάρτυρες της Σταύρωσης, της Ταφής και κυρίως της Ανάστασης του Χριστού η οποία αποτελεί το κέντρο της πίστης και το γεγονός που φέρνει τη σωτηρία και τη θέωση του ανθρώπου.
Αναλυτικά το κήρυγμα του Πατριάρχη Ιεροσολύμων κ.κ. Θεοφίλου:
«Ἠρώτησε τὸν Πιλᾶτον ᾿Ιωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὢν μαθητὴς τοῦ ᾿Ιησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν ᾿Ιουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ᾿Ιησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος· ἦλθεν οὖν καὶ ᾖρε τὸ σῶμα τοῦ ᾿Ιησοῦ· ἦλθε δὲ καὶ Νικόδημος ὁ ἐλθὼν πρὸς τὸν ᾿Ιησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μῖγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν». (Ἰωάν. 19,38-39) «Καί διαγενομένου τοῦ Σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν», (Μαρκ. 16,1).
Ἀγαπητοὶ ἐν Χριστῷ Ἀδελφοί,
Εὐλαβεῖς Χριστιανοὶ καὶ προσκυνηταί,
Ἡ Χάρις τοῦ Ἁγίου Πνεύματος συνήγαγεν ἡμᾶς κατὰ τὴν Πασχάλιον ταύτην ἡμέραν, ἵνα ἑορτίως τιμήσωμεν τὴν μνήμην τῶν κρυπτῶν μαθητῶν τοῦ Χριστοῦ Ἰωσήφ καὶ Νικοδήμου ἐν τῇ ἰδιαιτέρᾳ αὐτῶν πατρίδι, τῇ ἁγιογραφικῇ πόλει αὐτῶν Ἀριμαθείᾳ, (εἰς τὴν σύγχρονον ὑμῖν πόλιν Ρέμλην) ἀφ’ ἑνός· καὶ τὴν μνήμην τῶν γεναίων καὶ πιστῶς ἀφωσιωμένων εἰς τὸν Κύριον Μυροφόρων καλουμένων γυναικῶν.
Τιμᾷ καὶ γεραίρει τὰ τίμια πρόσωπα τῶν Μυροφόρων γυναικῶν, ὡς καὶ τῶν κεκρυμμένων μαθητῶν τοῦ Χριστοῦ Ἰωσήφ τοῦ ἀπὸ Ἀριμαθαίας καὶ Νικοδήμου ἡ Ἁγία τοῦ Χριστοῦ Ἐκκλησία, διότι ταῦτα ἐγένοντο ἀψευδεῖς καὶ αὐτόπται μάρτυρες τῆς σταυρώσεως ἀλλὰ καὶ τῆς Ἀναστάσεως τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ.
Τόσον οἱ κεκρυμμένοι μαθηταὶ Ἰωσήφ καὶ Νικόδημος, ὅσον καὶ αἱ Μυροφόροι γυναῖκες διεκρίνοντο διὰ τὴν πίστιν αὐτῶν καὶ τὴν ἀγάπην πρὸς τὸν Χριστὸν ὡς καὶ διά τὴν τόλμην αὐτῶν. «Ἐλθὼν ὁ Ἰωσήφ ὁ ἀπὸ Ἀριμαθείας τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ» (Μάρκ. 15, 43), ἀφηγεῖται ὁ Εὐαγγελιστὴς Μᾶρκος. «Τῇ δὲ μιᾷ τῶν Σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ᾐρμένον ἐκ τοῦ μνημείου…», (Ἰωάν. 20,1), ἐπισημαίνει ὁ Εὐαγγελιστὴς Ἰωάννης.
Τὸ γεγονὸς τοῦτο μαρτυρεῖ ἐναργέστατα ὅτι ἡ πραγματικὴ ἀγάπη τῶν κεκρυμμένων μαθητῶν ὡς καὶ τῶν Μυροφόρων γυναικῶν πρὸς τὸν Ἰησοῦν ἐνίκησε τὸν φόβον καὶ ὅλας τὰς παρεμβαλλομένας δυσκολίας· «φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει», κηρύττει ὁ ἅγιος Ἰωάννης ὁ Θεολόγος. (Α’ Ἰωάν. 4,18).
Ἀκούσωμεν καὶ τοῦ ὑμνῳδοῦ λέγοντος: «Τὰ μύρα τῆς ταφῆς σου, αἱ γυναῖκες κομίσασαι, λαθραίως πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, τῶν Ἰουδαίων δειλιῶσαι τὴν αὐθάδειαν καὶ στρατιωτῶν προορῶσαι τὴν ἀσφάλειαν· ἀλλὰ φύσις ἀσθενὴς τὴν ἀνδρείαν ἐνίκησεν, ὅτι γνώμη συμπαθὴς τῷ Θεῷ εὐηρέστησε· προσφόρως οὖν ἐκραύγαζον: Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τοῦ ὀνόματός Σου».
Ἡ ἁγία ἡμῶν Ἐκκλησία ἑορτάζει τὴν τῶν ἁγίων γυναικῶν Μυροφόρων ἑορτὴν, ἔτι δέ ποιεῖται μνείαν τοῦ ἐξ Ἀριμαθαίας Ἰωσήφ. Πρὸς δὲ καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου, διότι αἱ μὲν Μυροφόροι γυναῖκες ἀνεδείχθησαν μάρτυρες ἀψευδεῖς καὶ πρῶται τῆς Ἀναστάσεως Εὐαγγελίστριαι. Ὁ δὲ Ἰωσήφ καὶ Νικόδημος ἐγένοντο μάρτυρες τῆς Σταυρώσεως καὶ τῆς Ταφῆς τοῦ Χριστοῦ ἐν καινῷ μνημείῳ. «Καὶ ἀγοράσας [ὁ Ἰωσήφ] σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου», (Μάρκ. 15, 45-46). Αἱ Μυροφόροι γυναῖκες «εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν· ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· ᾿Ιησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν», (Μάρκ 16, 5-6).
Καὶ διερωτώμεθα, διά τί καὶ οἱ τέσσαρες Εὐαγγελισταὶ καὶ μαθηταὶ τοῦ Χριστοῦ, ἀφηγούμενοι τὰ τῆς σταυρώσεως, τῆς ταφῆς καὶ τῆς Ἀναστάσεως τοῦ Ἰησοῦ Χριστοῦ ἐπικαλοῦνται τὴν ἀληθῆ μαρτυρίαν αὐτῶν; Διότι ἡ Ἀνάστασις ἀποτελεῖ τὸ πλήρωμα τοῦ μυστηρίου τῆς θείας Οἰκονομίας, τοὐτέστιν τῆς σωτηρίας τοῦ ἀνθρώπου ἐκ τῆς φθορᾶς τῆς ἁμαρτίας, ὡς λέγει ὁ ἅγιος Γρηγόριος ὁ Παλαμᾶς: « Ἡ Ἀνάστασις τοῦ Κυρίου εἶναι ἀνανέωσις τῆς ἀνθρωπίνης φύσεως εἶναι ἀναζώωσις καὶ ἀνάπλασις καὶ ἐπάνοδος πρὸς τὴν ἀθάνατον ζωὴν τοῦ πρώτου Ἀδάμ, ὁ ὁποῖος καταβροχθίσθηκε ἀπὸ τὸν θάνατον, λόγῳ τῆς ἁμαρτίας καὶ διά τοῦ θανάτου ἐπαλινδρόμησε πρὸς τὴν γῆν, ἀπὸ τὴν ὁποίαν ἐπλάσθη».
Ἀξιοσημείωτος καὶ ἡ ἐπισήμανσις τοῦ ἁγίου Πατρὸς ἡμῶν Γρηγορίου λέγοντος: «Μόνος γὰρ οὗτος [ὁ Χριστὸς] Ἑαυτὸν ἀναστήσας τριήμερον οὐκ εἰς γῆν ἐπέστρεψεν πάλιν, ἀλλ’ εἰς οὐρανὸν ἀνελήλυθεν ὁμόθρονον ὡς ὁμόθεον τῷ Πατρὶ ποιήσας τὸ ἡμέτερον φύραμα… Ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος ἐν τῇ κοινῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ σάλπιγγι. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο [σῶμα] ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν».
Καθίσταται σαφὲς ὅτι ἡ Ἀνάστασις τοῦ Χριστοῦ ἀφορᾷ εἰς τὴν θέωσιν τῆς ἀνθρωπίνης ἡμῶν φύσεως, ὡς τοῦτο διατυπώνει πληρέστατα ὁ ὑμνῳδὸς λέγων: «Ὅλον καθελὼν τοῦ θανάτου τὸ κράτος, ὁ Υἱός σου Παρθένε, ἐν τῇ αὐτοῦ Ἀναστάσει, ὡς Θεὸς κραταιός, συνανύψωσεν ἡμᾶς, καὶ ἐθέωσε· διὸ ἀνυμνοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας».
Εἰς τοῦτο ἀκριβῶς συνίσταται καὶ τὸ γεγονὸς τῆς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ Ἀναστάσεως, εἰς τὴν θέωσιν τῆς ἀνθρωπίνης ἡμῶν φύσεως, ὡς λέγει ὁ ἅγιος Μάξιμος ὁ Ὁμολογητὴς: «εἰς τοῦτο ἡμᾶς πεποίηκεν ὁ Θεός, ἵνα γενώμεθα θείας κοινωνοὶ φύσεως, καὶ τῆς αὐτοῦ [τοῦ Θεοῦ] ἀϊδιότητος μέτοχοι, καὶ φανῶμεν αὐτῷ ὅμοιοι κατὰ τὴν ἐκ χάριτος». Τὴν θέωσιν τοῦ ἀνθρώπου, τοὐτέστιν τὴν ἕνωσιν τῆς θείας φύσεως μετὰ τῆς ἀνθρωπίνης διατυπώνει καὶ ὁ ὑμνῳδὸς λέγων: «Σὺ ὡς φιλάνθρωπος θέλων, πάντας σῶσαι ἐκ πλάνης, οὓς ἔπλασας, ἠνέσχου, προσηλωθῆναι τῷ σταυρῷ, ἵνα τὴν συγχωσθεῖσαν (=τήν καλυφθεῖσαν) εἰκόνα τοῖς πάθεσι, ταύτην τῇ σαρκὶ σου ἀνανεώσῃς Σωτήρ· καὶ ᾍδην καθελών, συνεξανέστησας, καὶ τοὺς θανόντας σεαυτῷ».
Τὸν δὲ τρόπον καὶ τὴν σημασίαν τῆς θεώσεως διατυπώνει εὐκρινέστατα ὁ ἅγιος Κύριλλος Ἀλεξανδρείας, ἀναφερόμενος εἰς τὴν ὑπὸ τοῦ Θεοῦ Λόγου προσληφθεῖσαν ἀνθρωπίνην φύσιν λέγων: «Ὥσπερ γάρ τῷ σιδήρῳ τὸ πῦρ ἑνούμενον ὁλικῶς, ἐκπυροῖ μὲν αὐτόν, τῆς δέ τοῦ σιδήρου φύσεως οὐκ ἐξίστησι (μένει γὰρ οὗτος καὶ μετὰ τὴν ἐκπύρωσιν σίδηρος)· τοιουτοτρόπως τῇ βροτείᾳ φύσει ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ἑνωθείς, ἐθέωσε μὲν αὐτήν, τοῦ δέ βροτείαν εἶναι φύσιν αὐτὴν οὐκ ἐξέστησε. Μένει γὰρ αὕτη βροτεία φύσις καὶ μετὰ τὴν θέωσιν καὶ τεθεωμένη φύσις βροτεία καὶ λέγεται καὶ ἐστι· τεθεωμένη σὰρξ μετὰ ψυχῆς νοερᾶς, λογικῆς, θελητικῆς, ἐνεργητικῆς».
Ἡ ἁγία τοῦ Χριστοῦ Ἐκκλησία τιμᾷ σήμερον τὴν μνήμην τῶν κεκρυμμένων μαθητῶν τοῦ Χριστοῦ Ἰωσήφ καὶ Νικοδήμου, ἰδιαιτέρως τῶν Μυροφόρων γυναικῶν, διότι δέν εἶναι ἀψευδεῖς μόνον μάρτυρες τῆς Ἀναστάσεως, ἀλλὰ καὶ κήρυκες αὐτῆς κατὰ τὸ παράγγελμα τοῦ ἐντὸς τοῦ μνημείου καθημένου νεανίσκου, τοὐτέστιν τοῦ Ἀγγέλου εἰπόντος αὐταῖς: “ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς Αὐτοῦ [τοῦ Χριστοῦ] ὅτι προάγει ὑμᾶς (διότι πηγαίνει πρὶν ἀπὸ ἐσᾶς) εἰς τὴν Γαλιλαίαν. Ἐκεῖ Αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν», (Πρβλ. Μάρκ. 16,7).
Διὸ καὶ ἡμεῖς, ἀγαπητοὶ μου ἀδελφοί, μετὰ τοῦ ὑμνῳδοῦ εἴπωμεν: «Ἰωσὴφ τὸν θαυμαστόν, εὐφημήσωμεν πιστοί, συνάμα Νικοδήμῳ, καὶ πισταῖς Μυροφόροις, ὁ Κύριος ἀνέστη, ἐκβοῶντες ἀληθῶς», Χριστὸς Ἀνέστη!»
Ακολούθησε λιτανεία γύρω από τον Ιερό Ναό και στη συνέχεια δεξίωση στην πρόσφατα ανακαινισμένη αίθουσα τελετών της Μονής. Παρόντες ήταν ο Πρόεδρος της Κοινότητας κ. Φάεζ Μανσούρ, η Πρέσβης της Ελλάδας στο Τελ Αβίβ κ. Μάγια (Μαρία) Σολωμού μαζί με τους Στρατιωτικούς Ακολούθους της Πρεσβείας και τον κ. Μαυροειδή, καθώς και η Πρέσβης της Γεωργίας και άλλοι επίσημοι. Εκεί, ο Ηγούμενος Αρχιμανδρίτης π. Νήφων προσέφερε στον Μακαριώτατο μια σκαλιστή εικόνα του Μυστικού Δείπνου από φίλντισι.
Το μεσημέρι παρατέθηκε γεύμα από τον Ηγούμενο και την Κοινότητα στην αίθουσα εκδηλώσεων του Σχολείου, όπου ο Πρόεδρος της Τζαμαΐγιε κ. Φάεζ Μανσούρ προσέφερε στον Μακαριώτατο μια σκαλιστή ξύλινη εικόνα του Μυστικού Δείπνου.
Απευθυνόμενος στους προσκεκλημένους που τίμησαν την εορτή μίλησε ο Μακαριώτατος τόνισε ότι η Ανάσταση του Χριστού αποτελεί πηγή ζωντανής ελπίδας και αναγέννησης για τον άνθρωπο, ακόμη και μέσα σε συνθήκες δοκιμασίας και πολέμου. Επίσης ανέφερε ότι το Πατριαρχείο Ιεροσολύμων είναι η ζωντανή μαρτυρία της παρουσίας και της πίστης των χριστιανών στους Αγίους Τόπους, καλώντας όλους να ζουν με πίστη, ελπίδα και ομολογία του Αναστάντος Χριστού.
Αναλυτικά η ομιλία του Πατριάρχη Ιεροσολύμων κ.κ. Θεοφίλου:
«Ὁ εὐσχήμων βουλευτής, ἀνυμνείσθω Ἰωσήφ, μετὰ τῶν Μυροφόρων, καὶ τῶν θείων Μαθητῶν, ὡς κῆρυξ ὢν καὶ οὗτος, τῆς Ἐγέρσεως Χριστοῦ», ἀναφωνεῖ ὁ ὑμνῳδὸς τῆς Ἐκκλησίας.
Ἀξιότιμε Πρόεδρε καὶ σεβαστὰ μέλη τοῦ Κοινοτικοῦ Συμβουλίου,
Ἐξοχωτάτη Πρέσβυ τῆς Ἑλλάδος κ. Μαρία Σολωμοῦ,
Ἅγιοι Πατέρες καὶ εὐλαβεῖς Χριστιανοὶ,
Δόξαν καὶ εὐχαριστίαν ἀναπέμπομεν τῷ ἁγίῳ Τριαδικῷ Θεῷ, τῷ χαρίσαντι ἡμῖν ἐν μέσῳ τῆς συνεχιζομένης κρίσεως τοῦ πολέμου ἐν τῇ εὐλογημένῃ περιοχῇ ἡμῶν τὸν καιρὸν τοῦτον τῆς ἀναψύξεως, τὸν καιρὸν δηλονότι τῆς ἀναστασίμου ἑορτῆς τοῦ Πάσχα τοῦ Κυρίου. Διὸ καὶ μετὰ τοῦ Ἀποστόλου Πέτρου ἀναβοῶμεν καὶ λέγομεν: «Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι’ ἀναστάσεως ᾿Ιησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς…», (Α’ Πέτρ. 1, 3-4). Ἑρμηνεύων τὸν λόγον τοῦτον τοῦ Ἀποστόλου Πέτρου, ὁ Οἰκουμένιος λέγει: «διά τὸν ἀνυπέρβλητον αὐτοῦ πλοῦτον καὶ ἔλεον, ὁ Θεὸς Πατὴρ ἀνεγέννησεν ἡμᾶς, ἐν τῷ ἀναστάντι Υἱῷ καὶ Λόγῳ Αὐτοῦ, τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ».
Τοῦ γεγονότος τούτου τῆς ἀναγεννήσεως ἡμῶν εἰς ἐλπίδα ζῶσαν δι’ Ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, (Πρβλ. Α’ Πέτρ 1,3), αὐτόπται, αὐτήκοοι καὶ ἀψευδεῖς μάρτυρες ἐγένοντο τὰ πρόσωπα τῶν ἁγίων Μυροφόρων γυναικῶν ἀφ’ ἑνός· καὶ τῶν κεκρυμμένων μαθητῶν τοῦ Χριστοῦ, Νικοδήμου καὶ εὐσχήμονος Βουλευτοῦ Ἰωσήφ τοῦ ἀπὸ Ἀριμαθαίας ἀφ’ ἑτέρου.
Τὴν ἐπαγγελίαν ταύτην (Πρβλ. Ματθ. 28,10) τῆς Ἀναστάσεως τοῦ Χριστοῦ, τοῦ Λόγου δηλονότι τοῦ Θεοῦ, ἐλάλουν μετά παρρησίας οἱ ἅγιοι Ἀπόστολοι, πλησθέντες Πνεύματος Ἁγίου (Πρβλ. Πράξ. 4,31). Τὸν θεῖον τοῦτον λόγον ἐξακολουθεῖ νά λαλῇ μετὰ παρρησίας τόσον ἡ ἁγία τῶν Ἱεροσολύμων Ἐκκλησία, ὅσον καὶ τὸ Χριστεπώνυμον αὐτῆς ποίμνιον ἀκαταπαύστως διὰ μέσου τῶν αἰώνων.
Λέγομεν δέ τοῦτο, διότι ἡ κατ’ οἶκον ζῶσα τοπικὴ Ἐκκλησία τῆς Ρέμλης, τῆς Ἀρχαίας δηλονότι ἁγιογραφικῆς Ἀριμαθαίας, πόλεως τοῦ Ἰωσήφ, μαθητοῦ τοῦ Χριστοῦ (Ματθ. 27,57), ἀποτελεῖ ὁρατὸν καὶ ζωντανὸν παράδειγμα τῆς ab antiquο παρουσίας τῶν Χριστιανῶν γενικώτερον καὶ τῶν Ρωμαιορθοδόξων εἰδικώτερον ἐν τῇ Ἁγίᾳ Γῇ. «῏Ησαν δὲ ἐν ῾Ιερουσαλὴμ κατοικοῦντες ᾿Ιουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν… καὶ οἱ ἐπιδημοῦντες Ρωμαῖοι, ᾿Ιουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες» (Πράξ. 2,5-2,10) κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν. «Ἦσαν δέ τινες ῞Ελληνες ἐκ τῶν ἀναβαινόντων, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ· οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδᾶ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· Κύριε, θέλομεν τὸν ᾿Ιησοῦν ἰδεῖν», κατά τόν Εὐαγγελιστήν Ἰωάννην, (Ἰωάν. 12, 20-21). «Ὡς Γαλιλαῖοι [τοὐτέστιν μὴ Ἰουδαῖοι] οἱ Ἕλληνες προσῆλθον τῷ Φιλίππῳ ὡς καί αὐτῷ Γαλιλαίῳ ὄντι», σχολιάζει ὁ ἔγκριτος τῆς Ἐκκλησίας Πατὴρ Κύριλλος Ἀλεξανδρείας.
Τὸ Ρωμαιορθόδοξον Πατριαρχεῖον τῶν Ἱεροσολύμων, τὸ ὁποῖον ἐνσαρκώνει τὴν ἐν τῇ Ἁγία Γῇ (καὶ όχι μόνον) Χριστιανικὴν παρουσίαν, εἶναι «ὁ μάρτυς ὁ πιστός», (Ἀποκ. 1,5), «ὁ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων» (Α’ Πέτρ. 5,1) καὶ τῆς ἐκ νεκρῶν Ἀναστάσεως τοῦ Χριστοῦ. Οὗτος εἶναι ὁ μάρτυς, εἰς τὸν ὁποῖον ὁ Ἀναστάς Χριστός παρήγγειλε λέγων: «μαθητεύσατε πάντα τὰ έθνη… διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν. Καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος», ἀμήν. Χριστὸς Ἀνέστη.»
Στο τέλος προσφέρθηκε κέρασμα στο ηγουμενείο από τον Ηγούμενο, τον Αρχιμανδρίτη π. Νήφωνα, ο οποίος για πολλά χρόνια επιτελεί ένα πολύ σημαντικό ποιμαντικό και πνευματικό έργο στην κοινότητα της Ρέμλης.
