Με λόγο θεολογικό ο Πατριάρχης Ιεροσολύμων κ.κ. Θεόφιλος Γ΄ κάνει αναφορά στο «ὑπερφυὲς μυστήριον» της Θείας Ενανθρωπήσεως μέσα από το φετινό Μήνυμα του για την εορτή των Χριστουγέννων. Η Εκκλησία, όπως αναφέρει, «βιώνει μυστικῶς καὶ διαλαλεῖ εἰς τὴν οἰκουμένην ὅλην» τη φανέρωση της άφατης φιλανθρωπίας του Θεού, καθώς «ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν».
Επίσης ο Μακαριώτατος δεν παραλείπει να τονίσει τη μαρτυρία και την αποστολή της Εκκλησίας των Αγίων Τόπων, η οποία, όπως σημειώνει, αναπέμπει δέηση υπέρ ειρήνης του σύμπαντος κόσμου, της Μέσης Ανατολής, καθώς και υπέρ της υλοποίησης της συμφωνίας για κατάπαυση του πυρός στη Γάζα και της προστασίας όσων αμάχων έχουν καταφύγει στην Ιερά Μονή του Αγίου Πορφυρίου.
Το Μήνυμα καταλήγει με πατρική ευχή προς το ποίμνιο και τους προσκυνητές για ένα Δωδεκαήμερο «ἐν εἰρήνῃ, χαρᾷ, εὐφροσύνῃ καὶ δικαιοσύνῃ», υπό τη χάρη και την ενίσχυση του «σαρκὶ τεχθέντος Βασιλέως Ἰησοῦ Χριστοῦ».
Αναλυτικά το Μήνυμα του Πατριάρχη Ιεροσολύμων κ.κ. Θεοφίλου Γ΄ για την εορτή των Χριστουγέννων 2025:
«Ὁ οὐρανός καί ἡ γῆ σήμερον ἡνώθησαν,
Τεχθέντος τοῦ Χριστοῦ.
Σήμερον Θεός ἐπί γῆς παραγέγονε
Καί ἄνθρωπος εἰς οὐρανούς ἀναβέβηκε».
(Τροπάριον Λιτῆς ἑορτῆς Χριστουγέννων).
Ἐν χαρᾷ ἀνεκλαλήτῳ καί πεπληρωμένῃ, ἐν δοξολογίᾳ καί εὐχαριστίᾳ, ἡ Ἐκκλησία βιώνει σήμερον μυστικῶς, κηρύσσει εἰς τά μέλη της καί διαλαλεῖ εἰς τήν οἰκουμένην ὅλην τό μυστήριον τῆς φανερώσεως τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ διά τῆς ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου Σαρκώσεως καί Ἐνανθρωπήσεως τοῦ Μονογενοῦς Υἱοῦ καί Λόγου Αὐτοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τό μυστήριον τοῦτο ὑπερβαίνει πᾶσαν ἀνθρωπίνην διάνοιαν. Περί τούτου ἡ Ἐκκλησία ὡς ταμεῖον τῆς οἰκονομίας τοῦ Θεοῦ διά τήν σωτηρίαν τοῦ ἀνθρώπου μεταδίδει εἰς ἡμᾶς ὅ,τι παρέλαβε ἀπ’ ἀρχῆς ἐν «Γραφαῖς Ἁγίαις» καί φυλάσσει ὡς κόρην ὀφθαλμοῦ, λόγον προφητικόν: «ἰδού ἡ Παρθένος ἐν γαστρί ἕξει καί τέξεται υἱόν» -«παιδίον ἐγεννήθη ἡμῖν, υἱός καί ἐδόθη ἡμῖν», (Ἡσαΐου Ζ’, 14 & Θ’ 6). Λόγον ἀποστολικόν: «ὅτε ἦλθε τό πλήρωμα τοῦ χρόνου ἐξαπέστειλεν ὁ Θεός τόν υἱόν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπό νόμον»,(Γαλ. 4, 4). Λόγον Εὐαγγελιστοῦ: «ὁ Λόγος σάρξ ἐγένετο καί ἐσκήνωσεν ἐν ἡμῖν», (Ἰω. 1, 14). Ὕμνον ἀγγελικόν ἐξ οὐρανοῦ: «δόξα ἐν ὑψίστοις Θεῷ καί ἐπί γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία», (Λουκ. 2,14). Λόγον ὑμνογραφικόν: «Χριστός γεννᾶται δοξάσατε, Χριστός ἐξ οὐρανῶν ἀπαντήσατε, Χριστός ἐπί γῆς ὑψώθητε». Λόγον Πατερικόν, τοῦ ἁγίου Ἀθανασίου: «ὁ ἀσώματος καί ἄφθαρτος καί ἄϋλος τοῦ Θεοῦ Λόγος παραγίνεται εἰς τήν ἡμετέραν χώραν… συγκαταβαίνων τῇ δι’ ἡμᾶς αὐτοῦ φιλανθρωπίᾳ καί ἐπιφανείᾳ», (MPG 25,109A). Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου: «ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται,… ὁ ἄχρονος ἄρχεται, ὁ Υἱός τοῦ Θεοῦ Υἱός τοῦ ἀνθρώπου γίνεται», (MPG 36, 313B) καί «σήμερον ἑορτάζομεν ἐπιδημίαν Θεοῦ πρός ἀνθρώπους, ἵνα πρός Θεόν ἐνδημήσωμεν», (MPG 36, 316 Α). Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας: «ταῦτα γίνεται ὑπέρ τῆς τῶν ἀνθρώπων εὐδοκίας, Θεός κατακιρνᾶται τῇ ἀνθρωπίνῃ φύσει, ἵνα τῷ ὕψει τοῦ Θεοῦ συναπαρτισθῇ τό ἀνθρώπινον» (MPG 76, 1132). Ὁ Θεός ἐν Χριστῷ προσλαμβάνει εἰς ἕνωσιν ὑποστατικήν τήν ἀνθρωπίνην φύσιν, τόν ἄνθρωπον ὅλον. «Ὅλον με ἀνείληφας, ὅλον συναφείᾳ ἀκηράτῳ», ψάλλει ὁ ὑμνῳδός καί «μορφήν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβε, Θεός ὤν κατ’οὐσίαν». Προσλαμβάνει σάρκα ἐμψυχωμένην διά ψυχῆς λογικῆς καί ἀποκαλύπτεται εἰς τούς ἀνθρώπους «ἐν μιᾷ τῇ ὑποστάσει καί δύο ταῖς φύσεσι». Θεός ἅμα καί ἄνθρωπος, Θεάνθρωπος, συνεκράθη τῷ ἀνθρώπῳ ἀσυγχύτως. Ὤν «ἀϊδίως ἐγκόλπιος τῷ Πατρί», ἤτοι ἐν τοῖς κόλποις τοῦ Πατρός, ἐγένετο καί «μητρικῆς κοιλίας ἐγγάστριος» κατά τόν Ἅγιον Σωφρόνιον Ἱεροσολύμων (MPG 87, 3, 3161 Α), ἤτοι ὑπέδυ γαστέρα, μήτραν Παρθενικήν καί «προῆλθεν αὐτῆς μετά τῆς προσλήψεως».
Τό ὑπερφυές μυστήριον τοῦτο τῆς ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου συλλήψεως τοῦ Θεοῦ Λόγου ἐτελεσιουργήθη, ὅτε ὁ Ἀσώματος Ἀρχάγγελος Γαβριήλ «τό προσταχθέν μυστικῶς λαβών ἐν γνώσει ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ σπουδῇ ἐπέστη» εἰς Ναζαρέτ, καί τρανώτερον ἐφανερώθη, ὅτε ὁ Σωματωθείς «λαθών ἐτέχθη ὑπό τό σπήλαιον» εἰς Βηθλεέμ τήν ἁγίαν ἐπί Καίσαρος Ὀκταβιανοῦ Αὐγούστου. Τότε «ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν καί ἔτεκε τόν υἱόν αὐτῆς τόν πρωτότοκον καί ἐσπαργάνωσεν αὐτόν καί ἀνέκλινεν αὐτόν ἐν τῇ φάτνῃ», (Λουκ. 2, 6-7). Τότε μάγοι Περσῶν βασιλεῖς, ἡ ἀπαρχή τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, καθωδηγήθησαν ὑπό οὐρανοδρόμου ἀστέρος, δηλονότι τοῦ Ἁγίου Πνεύματος κατά τόν ἱερόν Χρυσόστομον- «ὅς ἐλθών ἔστη ἐπάνω οὗ ἦν τό παιδίον» ( Ματθ. 2, 9) – καί προσῆλθον καί προσεκύνησαν τόν νεογέννητον Βασιλέα τῆς εἰρήνης, «εἶδον γάρ ἐν τῷ σπηλαίῳ βρέφος κείμενον τό ἄναρχον». Θεωροί τοῦ θείου ὁράματος τούτου ἐγένοντο καί οἱ ὅμοροι τῆς Βηθλεέμ ἀγραυλοῦντες ποιμένες, ὑπό ἀγγέλου εὐαγγελισθέντες ὅτι «ἐτέχθη σήμερον σωτήρ, ὅς ἐστι Χριστός Κύριος, ἐν πόλει Δαβίδ», (Λουκ. 2, 11).
Ἐν τῇ Ἐνανθρωπήσει ὁ Κύριος, τήν προσληφθεῖσαν ἀνθρωπίνην φύσιν ἐποίησεν ἰδίαν ὑποστατικῶς, ἤτοι ἀχωρίστως ἡνωμένην μετ’ Αὐτοῦ. Τεχθείς δέ κατά σάρκα, περιτμηθείς, «προκόπτων σοφίᾳ καί ἡλικίᾳ καί χάριτι» (Λουκ. 2, 52), βαπτισθείς ἐν Ἰορδάνῃ ὑπό Ἰωάννου καί μαρτυρηθείς Τριαδικῶς, ἐκάλεσε τούς Δώδεκα, «οὕς καί ἀποστόλους ὠνόμασε» (Λουκ. 6, 13), συνανεστράφη καί ἐδίδαξε τούς ἀνθρώπους, ἐθεράπευσεν ἀνιάτους, ἀνέστησε νεκρούς, ἐξέχεε ὑπέρ τῶν ἀνθρώπων τό Σταυρικόν λυτρωτικόν αἷμα Αὐτοῦ, ἀνέστη ἐκ νεκρῶν καί ἀνελήφθη εἰς οὐρανόν «μετά τοῦ προσλήμματος», ἤτοι τοῦ ἀνθρώπου, καί ἐδόξασε καί ἐθέωσεν αὐτόν, «τῇ δεξιᾷ καθέδρᾳ τιμήσας τοῦ Πατρός». Τῆς τοιαύτης χάριτος, θεώσεως καί δόξης ἠξιώθησαν «πάντες οἱ παῖδες οἱ ἐν Βηθλεέμ ἀπό διετοῦς καί κατωτέρω» (Ματθ. 2, 16), θύματα τῆς μανίας τοῦ ληρώδους Ἡρώδου, οἱ πρῶτοι μάρτυρες ὑπέρ τοῦ ὀνόματος τοῦ Χριστοῦ.
Ἀποστείλας ὁ Κύριος οὐρανόθεν παρά τοῦ Πατρός «Παράκλητον ἄλλον», τό Πνεῦμα Αὐτοῦ τό Ἅγιον, ἐπί τούς ἁγίους Αὐτοῦ μαθητάς καί ἀποστόλους, «ἐσαγήνευσεν δι’ αὐτῶν τήν οἰκουμένην». Παρέδωσεν εἰς τούς ἀποστόλους καί τούς διαδόχους αὐτῶν, ἤτοι εἰς τήν Ἐκκλησίαν, τό ἔργον Αὐτοῦ τό ἅγιον. Τοῦτο τό ἔργον ἐπιτελεῖ διά μέσου τῶν αἰώνων θυσιαστικῶς ἡ Ἐκκλησία. Ἀρνεῖται πᾶσαν μορφήν βίας, ἐξασκεῖ ἔργον ποιμαντικόν, φιλανθρωπικόν, ἀνθρωπιστικόν, εἰρηνευτικόν. Ὡς καλός Σαμαρείτης ἐπαλείφει μέ ἔλαιον παραμυθίας τάς πληγάς τοῦ τετραυματισμένου ἀνθρώπου.
Τοῦτο πράττει πιστῶς καί ἡ Ἐκκλησία τῶν Ἁγίων τόπων καί τῶν Παναγίων Προσκυνημάτων, ἡ Μήτηρ ἁπασῶν τῶν Ἐκκλησιῶν, εἰς ὅλην τήν Ἁγίαν Γῆν. Κατ’ ἐξοχήν δέ διαφυλάσσει τό Θεοδέγμον Σπήλαιον καί τήν περιβάλλουσαν αὐτό Κωνσταντίνειον καί Ἰουστινιάνειον ταύτην Βασιλικήν, ἡ ὁποία ἀποτελεῖ τό κόσμημα, καύχημα καί στήριγμα τῶν χριστιανῶν τῆς πόλεως Βηθλεέμ καί ὅλου τοῦ δοκιμαζομένου Παλαιστινιακοῦ λαοῦ. Ἀπό ταύτης κατά τήν νύκτα αὐτήν τῆς Μητροπόλεως τῶν ἑορτῶν ἀναπέμπει δέησιν ὑπέρ εἰρήνης καί ἀγαθῆς καταστάσεως τοῦ σύμπαντος κόσμου καί τῆς Μέσης Ἀνατολῆς καί ὑπέρ ὑλοποιήσεως τῆς συμφωνίας καταπαύσεως τοῦ πυρός εἰς Γάζαν καί προστασίας τῶν καταφευγόντων εἰς τήν ἐν αὐτῇ ἱεράν Μονήν τοῦ ἁγίου Πορφυρίου καί εὔχεται εἰς τό ποίμνιον αὐτῆς καί εἰς τούς εὐλαβεῖς προσκυνητάς τῆς ἑορτῆς τῶν Χριστουγέννων τήν χάριν καί τήν ἐνίσχυσιν τοῦ σαρκί τεχθέντος Βασιλέως Ἰησοῦ Χριστοῦ δι’ ἕν Δωδεκαήμερον ἐν εἰρήνῃ, χαρᾷ, εὐφροσύνῃ καί δικαιοσύνῃ. Ἀμήν. Γένοιτο.
Ἔτη πολλά, εὐλογημένα καί ἁγιαστικά Χριστούγεννα!
