14/07/2021 14/07/2021 Holy Great Monastery of Vatopedi. Ἄξιόν ἐστιν καὶ Μεγαλυνάρια. ΠΑΡΑΚΟΛΟΥΘΗΣΤΕ:      Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Tὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν. Μεγαλυνάρια. Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ...
14 Ιουλίου, 2021 - 22:45
Τελευταία ενημέρωση: 14/07/2021 - 22:07

ΑΓΙΟΝ ΟΡΟΣ: Άξιoν εστιν και Μεγαλυνάρια (HXHTIKO)

Διαδώστε:
ΑΓΙΟΝ ΟΡΟΣ: Άξιoν εστιν και Μεγαλυνάρια (HXHTIKO)

Holy Great Monastery of Vatopedi.

Ἄξιόν ἐστιν καὶ Μεγαλυνάρια.

ΠΑΡΑΚΟΛΟΥΘΗΣΤΕ:

 

 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Tὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Μεγαλυνάρια.

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν Παραμυθίαν ἡμῶν τῶν παροικούντων, Μονῇ Βατοπαιδίου, ὕμνοις τιμήσωμεν.

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις μοναζόντων τῇ σῇ Μονῇ, καὶ Παραμυθία γενοῦ ἡμῶν καὶ σκέπη, καὶ πρέσβυς τῷ Υἱῷ σου, ὑπὲρ τῶν δούλων σου.

Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία βοηθείας Κόρη τῆς σῆς· λύτρωσαι οὖν πάσης ἀνάγκης καὶ κινδύνου, καὶ χεῖρα βοηθείας, τάχιστα ὄρεξον.

Τέτρωμαι τῷ πόθῳ σου Μαριάμ, φλέγει με ὁ ἔρως καθορᾶν σου τῆς ἱερᾶς εἰκόνος Παρθένε τὸ κάλλος καὶ τὴν δόξαν, καὶ κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν σε.

Χαῖρε Πανυπέρτιμε Μαριάμ, ἡ Παραμυθία τῆς σῆς ποίμνης καὶ ἀρωγή, ἡ τὸν Θεὸν Λόγον κρατοῦσα ἐν ἀγκάλαις· ὃν δίδου σοῖς ἱκέταις σεμνὴ εὐίλατον.

Κόρη πανακήρατε ἡ ἐλπίς, τῶν ἀπηλπισμένων καὶ ἀντίληψις τῶν πιστῶν, σῶσον σοὺς οἰκέτας ἀπὸ παντοίας βλάβης, Παρθένε Θεοτόκε, Παραμυθία μου.

Τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου.

Νῦν εὐαγγελίζεται Γαβριήλ, τὸ χαῖρε κραυγάζων μετὰ δέους τῇ Μαριάμ· ὢ τοῦ ξένου τρόπου, ἐν μήτρᾳ γὰρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὃν ἔπλασε.
Τῆς Τιμίας Ζώνης τῆς Θεοτόκου.

Ζώνη πολυτίμητε τῆς Ἁγνῆς, πηγὴ τῶν θαυμάτων, καὶ χαρίτων ὁ θησαυρός, σῶσον τοὺς σοὺς δούλους, ἀπὸ παντοίας βλάβης, ὡς τῆς ζωῆς τὸ σκεῦος, σὺ περιζώσασα.

Τῶν θαυματουργῶν Εἰκόνων.

Τὰς σεπτὰς εἰκόνας σου τῆς μορφῆς, τὴν Παραμυθίαν προσκυνοῦμεν καὶ τὰς λοιπάς, τὴν Ἀντιφωνοῦσαν, τὴν Πυροβοληθεῖσαν, τὴν θείαν Ἐσφαγμένην καὶ τὴν Παντάνασσαν.

Τοῦ Ἁγίου Εὐδοκίμου τοῦ Βατοπαιδινοῦ.

Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, σορὸν τῶν λειψάνων, καὶ
τελοῦντάς σου τὴν φαιδράν, μνήμην περιφρούρει, ἀπὸ πάσης ἀνάγκης, Εὐδόκιμε τρισμάκαρ, ἀξιοθαύμαστε.

Καὶ τέλος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Credits:

Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου

Μουσικὴ, ἐπεξεργασία: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου, Κωνσταντῖνος Λανάρας

Ἀντιγραφὴ μουσικῶν κειμένων καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος

Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου, Κωνσταντῖνος Λανάρας

Φωτογραφίες: Πατέρες Ἱ.Μ.Μ. Βατοπαιδίου

Ἡ ἠχογράφηση πραγματοποιήθηκε στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου τὸν Ἰούνιο τοῦ 2000 ἀπὸ τὸν Νίκο Διονυσόπουλο.

 

H αναδημοσίευση του παραπάνω άρθρου ή μέρους του επιτρέπεται μόνο αν αναφέρεται ως πηγή το ORTHODOXIANEWSAGENCY.GR με ενεργό σύνδεσμο στην εν λόγω καταχώρηση.

google-news Ακολούθησε το ORTHODOXIANEWSAGENCY.gr στο Google News και μάθε πρώτος όλες τις ειδήσεις.

Διαδώστε:
Ροή Ειδήσεων