09/10/2020 09/10/2020 ΔΕΗΣΗ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ Δέσποινα παντευλόγητε, ὑπέραγνε Παρθένε Παράδεισε πανθαύμαστε, κῆπε ἐσφραγισμένε∙ Σέ δυσωπῶ, Πανάχραντε, χαρίτωσον τόν νοῦν μου∙ κατεύθυνον τάς σκέψεις μου, φώτισον τήν ψυχήν μου. Δός μοι σοφίαν, σύνεσιν καί μετριοφροσύνην, φρόνησιν καί ἁπλότητα καί ταπεινοφροσύνην. Χάρισαί μοι, Πανάχραντε, τήν ἠθικήν ἀνδρείαν, τό θάρρος, τήν εὐστάθειαν, δός μοι τήν καρτερίαν. Δός μοι τήν...
09 Οκτωβρίου, 2020 - 21:41
Τελευταία ενημέρωση: 09/10/2020 - 20:57

Δός μοι, Παρθένε, τήν χαράν

Διαδώστε:
Δός μοι, Παρθένε, τήν χαράν

ΔΕΗΣΗ ΣΤΗΝ ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΟ

Δέσποινα παντευλόγητε, ὑπέραγνε Παρθένε
Παράδεισε πανθαύμαστε, κῆπε ἐσφραγισμένε∙
Σέ δυσωπῶ, Πανάχραντε, χαρίτωσον τόν νοῦν μου∙
κατεύθυνον τάς σκέψεις μου, φώτισον τήν ψυχήν μου.
Δός μοι σοφίαν, σύνεσιν καί μετριοφροσύνην,
φρόνησιν καί ἁπλότητα καί ταπεινοφροσύνην.
Χάρισαί μοι, Πανάχραντε, τήν ἠθικήν ἀνδρείαν,
τό θάρρος, τήν εὐστάθειαν, δός μοι τήν καρτερίαν.
Δός μοι τήν αὐταπάρνησιν, τήν ἀφιλαργυρίαν,
ζῆλον μετ’ ἐπιγνώσεως καί ἀμνησικακίαν.
Δός μοι ἀκεραιότητα, εὐγένειαν καρδίας,
πνεῦμα εὐθές, εἰρηνικόν καί πνεῦμα ἀληθείας∙
φυγάδευσον, Πανάχραντε, τά πάθη τῆς καρδίας,
τά πολυώνυμα, Ἁγνή, τῆς ἠθικῆς δειλίας∙
τήν ἀθυμίαν, τήν ὀργήν, ὡς καί τήν ὀκνηρίαν∙
τόν φθόνον, τήν ἐμπάθειαν, τό μῖσος, τήν κακίαν,
τήν μῆνιν, τήν ἐκδίκησιν καί τήν μνησικακίαν∙
τήν ἔριδα τήν εὐτελῆ καί τήν πολυλογίαν.
Δός μοι, Παρθένε, τήν χαράν
τοῦ Πνεύματος τοῦ Ἁγίου,
δός μοι εἰρήνην τῇ ψυχῇ, εἰρήνην τοῦ Κυρίου.

Ἁγ. Νεκταρίου

 

ΠΗΓΗ: ΧΡΙΣΤΙΑΝΙΚΗ ΦΟΙΤΗΤΙΚΗ ΔΡΑΣΗ xfd.gr

 

Διαδώστε:
Ροή Ειδήσεων